Προσ Θεσσαλονικεισ Α΄ 5:16-21 Scrivener’s Textus Receptus 1894 (TR1894)

16. πάντοτε χαίρετε·

17. ἀδιαλείπτως προσεύχεσθε·

18. ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.

19. τὸ Πνεῦμα μὴ σβέννυτε·

20. προφητείας μὴ ἐξουθενεῖτε·

21. πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε·

Προσ Θεσσαλονικεισ Α΄ 5